Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἀλλ' ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεὼς,
  2. ὑμῖν τε κοινὴν τήνδ' ἐπισκήπτω χάριν,
  3. κείνῳ τ' ἐμὴν ἀγγείλατ' ἐντολὴν, ὅπως
  4. τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
  5. Τελαμῶνι δείξει μητρί τ', Ἐριβοίᾳ λέγω,
  6. ὥς σφιν γένηται γηροβοσκὸς εἰςαεὶ,
  7. ἔς τ' ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.
  8. καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς
  9. θήσουσ Ἀχαιοῖς, μήθ' ὁ λυμεὼν ἐμός.
  10. ἀλλ' αὐτό μοι σὺ, παῖ, λαβὼν, ἐπώνυμον,
  11. Εὐρύσακες, ἴσχε, διὰ πολυῤρόφου στρέφων
  12. πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος.
  13. τὰ δ' ἄλλα τεύχη κοίν' ἐμοὶ τεθάψεται.
  14. ἀλλ' ὡς τάχος τὸν παῖδα τόνδ' ἤδη δέχου,
  15. καὶ δῶμα πάκτου, μηδ ' ἐπισκήνους γόους
  16. δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
  17. πύκαζε θάσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ,
  18. θροεῖν ὲπῳδὰς πρὸς τομῶντι πήματι.
ΧΟΡΟΣ
  1. Δέδοικ' ἀκούων τήνδε τὴν προθυμίαν,
  2. οὐ γάρ μ' ἀρέσκει γλῶσσά σου τεθηγμένη.