Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- νεοσφαγῆ που τόνδε προςλεύσσων φόνον,
- εἴπερ δικαίως ἔστ' ἐμός τὰ πατρόθεν.
- ἀλλ' αὐτίκ' ὠμοῖς αὐτὸν ὲν νόμοις πατρὸς
- δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
- ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
- τὰ δ' ἄλλ' ὅμοιος· καὶ γένοι' ἂν οὐ κακὸς.
- καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
- ὁθούνεκ' οὐδὲν τῶνδ' ὲπαισθάνει κακῶν.
- ἐν τῷ φρονεῖν γὰρ μηδὲν, ἥδιστος βίος,
- τὸ μὴ φρονεῖν γὰρ κάρτ' ἀνώδυνον κακὸν,
- ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
- ὅταν δ' ἵκῃ πρὸς τοῦτο, δεῖ σ' ὅπως πατρὸς
- δείξεις ἐν ἐχθροῖς, οἷος ἐς οἴου 'τράφης.
- τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
- ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
- οὔτοι σ' Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
- στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ' ἐμοῦ.
- τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ
- λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν
- τηλωπὸς οἰχνεῖ, δυςμενῶν θήραν ἔχων.