Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- θἐλοιμ' ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆςδ' ἔπη.
- Καὶ κάρτ' ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
- ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
- Ἀλλ', ὦ φίλ' Αἴας, πάντ' ἔγωγε πείσομαι.
- κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.
- Καὶ μὴν φόβοισί γ' αὐτὸν ἐξελυσάμην.
- ἐν τοῖςδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;
- μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
- Πρέπων γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
- Ἀλλ' οὖν ἐγὼ 'φύλαξα, τοῦτό γ' ἀρκέσαι.
- ἐπῄνεσ' ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
- Τι δἦτ' ἂν ὡς ἐκ τῶνδ' ἂν ὠφελοῖμί σε;
- Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν.
- Καὶ μὴν πέλας γε προςπόλοις φυλάσσεται.
- Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
- ὦ παῖ, πατὴρ καλεῖ σε· δεῦρο προσπόλων
- ἄγ' αὐτὸν, ὅςπερ χερσὶν εὐθύνων κυρεῖς.
- ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγου;
- Καὶ δὴ κομίζει προςπόλων ὅδ' ὲγγύθεν.
- Αἶρ' αὐτὸν, αἶρε δεῦρο · ταρβήσει γὰρ οὒ,