Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ἀλλ' αἴδεσαι μὲν πατέρα τὸν σὸν ὲν λυγρῷ
- γήρᾳ προλείπων· αἴδεσαι δὲ μητέρα
- πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
- θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν.
- οἴκτειρε δ', ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας
- τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
- ὑπ' ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
- κείνῳ τε κάμοι τοῦθ', ὅταν θάνῃς, νεμεῖς.
- ἐμοὶ γάρ οὐκ ἔτ' ἐστὶν εἰς ὅ τι βλέπω,
- πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ' ᾔστωσας δορὶ,
- καὶ μητέρ' ἄλλη μοῖρα τὸν φύσαντά τε
- καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
- τίς δἧτ' ἐμοὶ γένοιτ' ἂν ἀντὶ σοῦ πατρίς;
- τίς πλοῦτος; ὲν σοὶ πᾶσ' ἔγωγε σώζομαι.
- ὁ20 ἀλλ' ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
- μνήμην προφάναι, τερπνὸν εἰ τί που πάθοι.
- χάρις χάριν γάρ έστιν ἡ τίκτουσ' ἀεί·
- ὅτου δ' ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
- οὐκ ἂν γένοιτ' ἔθ' οὗτος εὐγενὴς ἀνήρ.
- Αἴας, ἔχειν σ' ἂν οἶκτον, ὡς κἀγὼ, φρενὶ,