Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- οὐκ ἔστιν οὐδὲν μεῖζον ἀθρώποις κακ(ν.
- ἐγὼ δ' ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,
- εἴπερ τινὸς, σθένοντος ὲν πλούτῳ, Φρύγων·
- νῦν δ' εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ' ἔδοξέ που,
- καὶ σῇ μάλιστα χειρί· τοιγαροῦν, ἐπεὶ
- τὸ σὸν λέχος ξυνῆλθον, εὗ φρονῶ τὰ σὰ,
- καί σ' ἀντιάζω πρός τ' ὲᾳεστἐου Δῖός
- εὐνῆς τε τῆς σῆς, ἧς συνηλλάχθης ἐμοὶ,
- μή μ' ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
- τῶν σῶν ὑπ' ἐχθρῶν, χειρίαν ἀφεὶς τινί.
- ἢν γὰρ θάνῃς σὺ καἰ τελευτήσας ἀφῇς,
- ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ' ἡμέρᾳ
- βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
- ζῆν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
- καί τις πικρὸν πρόςφθεγμα δεσποτῶν ἐρεῖ,
- λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν
- Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
- οἷας λατρείας ἀνθ' ὅσου ζήλου τρἐφει!
- τοιαῦτ' ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ
- σοὶ δ' αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.