Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- οὐκ ἔστι τοὖργον τλητόν· ἀλλὰ δῆτ' ἰὼν
- πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
- καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω;
- ἀλλ' ὧδέ γ' Ἀτρείδας ἂν εὐφράναιμί που.
- οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα
- τοιάδ', ἀφ' ἧς γέροντι δηλώσω πατρὶ,
- μή τοι φύσιν γ' ἄσπλαγχνος ἐκ κείνου γεγώς.
- αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
- κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
- τί γὰρ παρ' ἦμαρ ἡμέρα τέρπειν ἔχει
- προςθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
- οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν,
- ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
- ἀλλ' ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
- τὸν εὐγενῆ χρή· πάντ' ἀκήκοας λόγον.
- Οὐδεὶς ἐρεῖ ποθ', ὡς ὑπόβλητον λόγον,
- Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
- παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
- γνώμης κρατῆσαι, τάςδε φροντἐδας μεθείς.
- ὦ δἐσποτ' Αἴας, τῆς ἀναγκαίας τύχης