Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἔπραξαν, ἀνδρὸς τοῦδ' ἀπώσαντες κράτη.
  2. κεἰ μὴ τόδ' ὄμμα καὶ φρένες διάστροφοι
  3. γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
  4. δίκην κατ' ἄλλου φωτὸς ὧδ' ἐψήφισαν.
  5. νῦν δ' ἡ Δῖός γοργῶπις ἀδάματος θεὰ
  6. ἤδη μ' ἐπ' αὐτοῖς χεῖρ' ἐπεντύνοντ' ἐμὴν
  7. ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
  8. ὥστ' ὲν τοιοῖςδε χεῖρας αἱμάξαι βοτοῖς·
  9. κεῖνοι δ' ἐπεγγελῶσιν ἐκπεφευγότες,
  10. ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
  11. βλάπτοι, φύγοι γ ἂν χὠ κακὸς τὸν κρείσσονα.
  12. καὶ νῦν τί χρὴ δρᾷν; ὅστις ἐμφανῶς θεοῖς
  13. ἐχθαίρομαι, μισεῖ δέ μ' Ἑλλήνων στρατός·
  14. ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
  15. πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας,
  16. μόνους τ' Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
  17. καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
  18. Τελαμῶνι; πῶς με τλήσεταί ποτ' εἰςιδεῖν
  19. γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
  20. ὦν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;