Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. Ἑλλανίδος· τανῦν δ' ἄτιμος
  2. ὧδε πρόκειμαι.
ΧΟΡΟΣ
  1. Οὔτοι σ' ἀπείργειν, οὔθ' ὅπως ἐῶ λέγειν
  2. ἔχω κακοῖς τοιοῖςδε συμπεπτωκότα.
ΑΙΑΣ
  1. Αἰαῖ· τίς ἄν ποτ' ᾤεθ' ὧδ' ἐπώνυμον
  2. τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
  3. νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ,
  4. καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω ·
  5. ὅτου πατὴρ μὲν τἧςδ' ἀπ' Ἰδαίας χθονὸς,
  6. τὰ πρῶτα καλλιστεῖ' ἀριστεύσας στρατοῦ,
  7. πρὸς οἶκον ἦλθε πάσαν εὔκλειαν φέρων.
  8. ἐγὼ δ' ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον
  9. Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
  10. οὐδ' ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
  11. ἄτιμος Ἀργείοισιν ὧδ' ἀπόλλυμαι.
  12. καίτοι τοσοῦτόν γ' ὲζεπίστασθαι δοκῶ,
  13. εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
  14. κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,
  15. οὐκ ἄν τις αὔτ' ἔμαρψεν ἄλλος ἀντ' ἐμοῦ.
  16. νῦν δ' αὔτ' Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας