Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. μωραῖς δ' ἄγραις προςκειμεθα,
  2. πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
  3. χειρὶ φονεύοι.
ΤΕΚΜΗΣΣΑ
  1. ὦ δυστάλαινα, τοιάδ' ἄνδρα χρήσιμον
  2. φωνεῖν, ὁ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ' ἄν.
ΑΙΑΣ
  1. ἰὼ πόροι ἁλίρροθοι,
  2. πάραλά τ' ἄντρα καὶ νέμος ἐπάκτιον,
  3. πολύν, πολύν με δαρόν τε δὴ
  4. κατείχετ' ἀμφὶ Τροίαν
  5. χρόνον· ἀλλ' οὐκ ἔτι μ', οὐκ
  6. ἔτ' ἀμπνοὰς ἔχοντα·
  7. τοῦτό τις φρονῶν ἴστω.
  8. ὦ Σκαμάνδριοι
  9. γείτονες ῥοαὶ
  10. εὔφρονες Ἀργείοις,
  11. οὐκ ἔτ' ἄνδρα μὴ
  12. τόνδ' ἴδητ', ἔπος
  13. ὲξερέω μἐγ', οἷον οὔ
  14. τινα Τροία στρατοῦ
  15. δέρχθη, χθονὸς μολόντ' ἀπὸ