Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- νυκτὸς γὰρ ἡμᾶς τἧςδε πρᾶγος ἄσκοπον
- ἔχει περάνας, εἴπερ εἴργασται τάδε.
- ἴσμεν γὰρ οὐδὲν τρανὲς ἀλλ' ἀλώμεθα.
- κἀγὼ 'θελοντὴς τῷδ' ὑπεζύγην πόνῳ.
- ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
- λείας ἁπάσας καὶ κατηναρισμένας·
- ἐκ χειρὸς, αὐτοῖς ποιμνίων ἐπιστάταις.
- τήνδ' οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέuει.
- καὶ μοί τις ὀπτὴρ αὐτὸν εὶςιδὼν μόνον
- πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει,
- φράζει τε κἀδήλωσεν· εὐθέως δ' ἐγὼ
- κατ' ἴχνος ᾄσσω· καὶ τὰ μὲν σημαίνομαι,
- τὰ ὸ' ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου·
- καιρὸν δ' ἐφήκεις· πάντα γὰρ, τά τ' οὖν πάρος,
- τά τ' εὶσἐπειτα, σῇ κυβερνῶμαι χερί.
- ἐγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
- τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ.
- ἦ καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
- Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
- Καὶ πρὸς τί δυςλόγιστον ὧδ' ᾖξεν χέρα;