Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- πῶς ἂν τὸν αἱμυλώτατον,
- ἐχθρὸν ἄλημα, τούς τε δισ-
- σάρχας ὀλέσσας βασιλῆς,
- τέλος θάνοιμι καὐτός!
- ὅταν κατεύχῃ ταῦθ', ὁμοῦ κἀμοὶ θανεῖν
- εὔχου· τί γὰρ δεῖ ζῆν με, σοῦ τεθνηκότος;
- Ἰὼ σκότος, ἐμὸν φάος,
- ἔρεβος ὦ φαεννότατον ὡς ἐμοί·
- ἕλεσθ', ἕλεσθέ μ' οἰκήτορα,
- ἕλεσθέ μ', οὔτε γὰρ θεῶν
- γένος, οὔθ' ἁμερίων
- ἔτ' ἄξιος βλέπειν τίν'
- εἰς ὄνασιν ἀνθοώπων.
- ἀλλά μ' ἁ Δῖός
- ἀλκίμα θεὸς
- ὀλέθριον αἰκίζει.
- ποὶ τις οὖν φύγῃ;
- ποῖ μολὼν μενῶ;
- εἰ τὰ μὲν φθίνει, φίλοι,
- τοῖςδ' ὁμοῦ πέλας,