Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. μὴ δέσποτ' Αἴας, λίσσομαί σ', αὔδα τάδε.
ΑΙΑΣ
  1. Οὐκ ἐκτός; οὐκ ἄψορρον ὲκνεμεῖ πόδα;
  2. αἰαῖ, αἰαῖ.
ΧΟΡΟΣ
  1. ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.
ΑΙΑΣ
  1. ὦ, δύςμορος, ὅς χερὶ μὲν
  2. μεθῆκα τοὺς ἀλάστορας,
  3. ὲν δ' ἑλίκεσσι βουσὶ καὶ
  4. κλυτοῖς πεσὼν αἰπολίοις,
  5. ἐρεμνὸν αἷμ' ἔδευσα.
ΧΟΡΟΣ
  1. Τί δῆτ' ἂν ἀλγοίης ἐπ' ἐξειργασμένοις·
  2. οὐ γὰρ γένοιτ' ἂν ταῦθ' ὅπως οὐχ ὧδ' ἔχειν.
ΑΙΑΣ
  1. Ἰὼ πάνθ' ὁρῶν, ἀπάντων ἀεὶ
  2. κακῶν ὄργανον, τέκνον Λἀρτίου,
  3. κακοπινέστατόν τ' ἄλημα στρατοῦ,
  4. ἦ που πολὺν γέλωθ' ὑφ' ἡδονἠς ἄγεις.
ΧΟΡΟΣ
  1. Ξὺν τώ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
ΑΙΑΣ
  1. Ἴδοιμι δή νιν, καίπερ ὧδ' ἀτώμενος.
  2. ἴω μοί μοι.
ΧΟΡΟΣ
  1. Μηδὲν μέγ' εἴπῃς· οὐχ ὁρᾷς, ἵν' εἶ κακοῦ;
ΑΙΑΣ
  1. ὦ Ζεῦ, προγόνων προπάτωρ,