Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. Ἴδου, διοίγω· προςβλἐπειν δ' ἔξεστί σοι
  2. τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
ΑΙΑΣ
  1. Ἰὼ
  2. φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων
  3. μόνοι τ' ἐμμένοντες ὀρθῷ νόμῳ,
  4. ἴδεσθέ μ' οἶον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
  5. ἀμφίδρομον κυκλεῖται.
ΧΟΡΟΣ
  1. οἴ μ', ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
  2. δηλοῖ δὲ τοὖργον, ὡς ἀφροντίστως ἔχει.
ΑΙΑΣ
  1. ἰὼ
  2. γένος ναίας ἀρωγὸν τέχνας,
  3. ἅλιον ὅς ἐπέβας ἐλίσσων πλάταν,
  4. σέ τοι, σέ τοι μόνον δέδορκα ποιμένων ὲπαρκέσοντ'.
  5. ἀλλά με συνδάϊξον.
ΧΟΡΟΣ
  1. εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
  2. ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
ΑΙΑΣ
  1. ὁρᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,
  2. τὸν ὲν δαΐοις ἄτρεστον μάχαις,
  3. ὲν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
  4. οἴ μοι γέλωτος, οἶον ὑβρίσθην ἄρα.