Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. καὶ δῆλός έστιν ὥς τι δρασείων κακόν.
  2. τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
  3. Ἀλλ', ὦ φίλοι, τούτων γὰρ οὕνεκ' ἐστάλην,
  4. ἀρήξατ' εξελθόντες, εἰ δύνασθέ τι.
  5. φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
ΧΟΡΟΣ
  1. Τέκμησσα, δεινὰ, παῖ Τελεύταντος, λέγεις
  2. ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
ΑΙΑΣ
  1. Ἰώ μοί μοι.
ΤΕΚΜΗΣΣΑ
  1. Τάχ', ὡς ἔοικε μᾶλλον. ἢ οὐκ ἠκούσατε
  2. Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;
ΑΙΑΣ
  1. Ἰώ μοί μοι.
ΧΟΡΟΣ
  1. ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
  2. νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.
ΑΙΑΣ
  1. Ἰὼ παῖ, παῖ.
ΤΕΚΜΗΣΣΑ
  1. Ὤ μοι τάλαιν', Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
  2. τί ποτε μενοινᾷ; ποῦ ποτ' εἶ; τάλαιν' ἐγώ.
ΑΙΑΣ
  1. Τεῦκρον καλῶ, ποῦ Τεῦκρος; ἦ τὸν εἰςαεὶ
  2. λεηλατήσει χρόνον; ἐγὼ δ' ἀπόλλυμαι.
ΧΟΡΟΣ
  1. ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ' ἀνοίγετε.
  2. τάχ' ἄν τιν' αἰδῶ κἀπ' ἐμοὶ βλέψας λάβοι.