Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
  2. καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
  3. παίσας κάρα 'θώὐζεν· ὲν δ' ἐρειπίοις
  4. νεκρῶν ὲρειφθεὶς ἕζετ' ἀρνείου φόνου,
  5. κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
  6. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
  7. ἔπειτ' ἐμοὶ τὰ δείν' ἐπηπείλησ' ἔπη,
  8. εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
  9. κἀνήρετ', ὲν τῷ πράγματος κυρεῖ ποτἐ.
  10. κἀγὼ, φίλοι, δείσασα τοὐ ἑιργασμένον
  11. ἔλεξα πᾶν, ὅσονπερ ἐξηπιστάμην,
  12. ὁ δ' εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγρὰς,
  13. ἃς οὔποτ' αὐτοῦ πρόσθεν εἰςήκουσ' ἐγώ.
  14. πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
  15. τοιούςδ' ἀεί ποτ' ἀνδρὸς ὲξηγεῖτ' ἔχειν.
  16. ἀλλ' ἀψόφητος ὀξέων κωκυμάτων
  17. ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.
  18. νῦν δ' ὲν τοιᾷδε κείμενος κακῇ τύχῃ
  19. ἄσιτος ἀνὴρ, ἄποτος, ὲν μέσοις βοτοῖς
  20. σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.