Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- λαμπτῆρες οὐκἐτ' ᾖθον, ἄμφηκες λαβὼν
- ὲμαίετ' ἔγχος ἐξόδους ἕρπειν κενάς.
- κἀγὼ 'πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,
- Αἴας; τί τήνδ' ἄκλητος οὔθ' ὑπ' ἀγγέλων
- κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων
- σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. —
- ὁ δ' εἶπε πρός με βαί', ἀεὶ δ' ὑμνούμενα,
- γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
- κἀγὼ μαθοῦσ' ἔληξ', ὁ δ' ἐσσύθη μόνος.
- καὶ τὰς ὲκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας.
- ἔσω δ' ὲςῆλθε συνδέτους ἄγων ὁμοῦ
- ταύρους, κύνας βοτῆρας, εὔκερών τ' ἄγραν.
- καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ' ἄνω τρέπων
- ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
- ᾐκίζεθ', ὥστε φῶτας, ὲν ποίμναις πίτνων.
- τέλος δ' ὑπάξας διὰ θυρῶν, σκιᾷ τινὶ
- λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
- τοὺς δ' ἀμφ' Ὀδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,
- ὅσην κατ' αὐτῶν ὕβριν ἐκτίσαιτ' ἰών·
- κἄπειτ' ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,