Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
- ἢ κοινὸς ὲν κοινοῖσι λυπεῖσθαι ξυνών;
- Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
- Ἡμεῖς ἄρ' οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
- Πῶς τοῦτ' ἔλεξας; οὐ κάτοιδ' ὅπως λέγεις.
- Ἀνὴρ ἐκεῖνος, ἡνίκ' ἦν ὲν τῇ νόσῳ,
- αὐτὸς μὲν ἥδεθ' οἷσιν εἰιχετ' ὲν κακοῖς,
- ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
- νῦν δ', ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
- κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,
- ἡμάς θ' ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
- ἆρ' ἔστι ταῦτα δὶς τόσ' ἐξ ἁπλῶν κακά;
- Ξύμφημι δή σοι καὶ δέδοικα μὴ 'κ θεοῦ
- πληγή τις ἥκῃ· πῶς γὰρ, εἰ πεπαυμένος
- μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
- Ὡς ὧδ' ἐχόντων τῶνδ' ἐπίστασθαί σε χρή,
- Τις γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προςέπτατο ;
- δήλωσον ἡμῖν, τοῖς ξυναλγοῦσιν τύχας.
- Ἅπαν μαθήσει τοὖργον, ὡς κοινωνὸς ὤν.
- κεῖνος γὰρ ἄκρας νυκτὸς, ἡνίχ' ἕσπεροι