Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- κακὰ δεννάζων ῥήμαθ', ἃ δαίμων
- κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
- Ὥρα τιν' ἤδη κάρα κα-
- λύμμασι κρυψάμενον
- ποδοῖν κλοπὰν ἀρέσθαι,
- ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
- ποντοπόρῳ ναὶ μεθεῖναι.
- τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
- καθ' ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
- ξυναλγεῖν μετά τοῦδε τυπεὶς,
- τὸν αἶσ' ἄπλατος ἴσχει.
- Οὐκ ἔτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς
- ᾄξας ὀξὺς νότος ὣς, λήγει.
- καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.
- τὸ γὰρ ὲςλεύσσειν οἰκεῖα πάθη,
- μηδενὸς ἄλλου παραπράξαντος
- μεγάλας ὀδύνας ὑποτείνει.
- Ἀλλ' εἰ πέπαυται, κάρτ' ἂν εὐτυχεῖν
- δοκῶ. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
- Πότερα δ' ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,