Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- κείνου χρηστήρια τἀνδρός.
- Οἵαν ἐδήλωσας ἀνδρὸς
- αἴθοπος ἀγγελίαν,
- ἄτλατον οὐδὲ φευκτὰν,
- τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
- τὰν ὁ μέγας μῦθος ἀέξει.
- Οἴ μοι, φοβοῦμαι τὸ προςἐρπον· περίφαντος ἀνὴρ
- θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς
- κελαινοῖς ξίφεσιν βοτὰ καὶ
- βοτῆρας ἱππονώμους.
- ὦ μοι, κεῖθεν, κεῖθεν ἄρ' ἡμῖν
- δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·
- ὧν τὴν μὲν ἔσω σφάζ' ἐπὶ γαίας,
- τὰ δέ πλευροκοπῶν διχ' ἀνερρήγνυ.
- δύο δ' ἀργίποδας κριοὺς ἀνελὼν
- τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
- ῥιπτεῖ θερίσας, τὸν δ' ὀρθὸν ἄνω
- κίονι δήσας
- μέγαν ίπποδέτην ῥυτῆρα λαβὼν
- παίει λιγυρᾷ μάστιγι διπλῆ,