Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ἐμοὶ δ' ἄχος ἕστακεν.
- Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
- γενεᾶς χθονίων ἀπ' Ἐρεχθειδᾶν,
- ἔχομεν στοναχὰς οἱ κηδόμενοι
- τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
- νῦν γὰρ ὁ δεινὸς, μέγας, ὠμοκρατὴς
- Αἴας θολερός
- κεῖται χειμῶνι νοσήσας.
- τί δ' ἐνήλλακται τῆς ἀμερίας
- νὺξ ἥδε βάρος;
- παῖ τοῦ Φρυγίου Τελεύταντος,
- λέγ', ἐπεὶ σὲ, λέχος δουριάλωτον,
- στέρξας ἀνέχει θούριος Αἴας,
- ὥστ' οὐκ ἂν ἄιδρις ὑπείποις.
- Πῶς δῆτα λέγω λόγον ἄῤῥητον;
- θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.
- μανίᾳ γὰρ ἁλοὺς ἧμιν ὁ κλεινὸς
- νύκτερος Αἴας ἀπελωβήθη.
- τοιαῦτ' ἂν ἴδοις σκηνῆς ἔνδον
- χειροδάικτα σφάγι' αίμοβαφῆ,