Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Ἀεὶ μὲν, ὦ παῖ Λαρτίου, δἐδορκά σε
- πεῖράν τιν' ἐχθρῶν ἁρπάσαι θηρώμενον.
- καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
- Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
- πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
- ἴχνη τὰ κείνου νεοχάραχθ', ὅπως ἴδῃς
- εἴτ' ἔνδον, εἴτ' οὐκ ἔνδον· εὑ δέ σ' ἐκφέρει
- κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
- ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει κάρα
- στάζων ἱδρῶτι καὶ χέρας ζιφοκτόνους,
- καί σ' οὐδὲν εἴσω τἧςδε παπταίνειν πύλης
- ἔτ' ἔργον ἐστὶν, ἐννέπειν δ' ὅτου χάριν
- σπουδὴν ἔθου τήνδ', ὡς παρ' εἰδυίας μάθης.
- ὦ φθέγμ' Ἀθανᾶς, φιλτάτης ἐμοὶ θεῶν,
- ὡς εὔμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως
- φώνημ' ἀκούω καὶ ξυναρπάζω φρενὶ,
- χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
- καὶ νῦν ἐπέγνως εὖ μ' ἐπ' ἀνδρὶ δυςμενῖ
- βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ.
- κεῖνον γὰρ, οὐδἐν' ἄλλον, ἰχνεύω πάλαι.