Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ξυνοῦ δορὸς, ἐννυχίοις μαχαναῖς
  2. ἐτίσατο λώβαν.
  3. Οὐ, τοτε γὰρ φρενόθεν γ' ἐπ' ἀριστερὰ,
  4. παῖ Τελαμῶνος, ἔβας
  5. τόσσον ὲν ποίμναις πίτνων·
  6. ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ' ἀπερύκοι
  7. καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν ·
  8. εἰ δ' ὑποβαλλόμενοι
  9. κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
  10. ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
  11. μὴ, μή μ', ἄναξ,
  12. ἔθ' ὦδ' ἐφάλοις κλισίαις ὄμμ' ἔχων
  13. κακὰν φάτιν ἄρῃ.
  14. Ἀλλ' ἄνα ἐς ἐδράνων, ὅπου μακραίωνι
  15. στηρίζει ποτὲ τᾷδ' ἀγωνίῳ σχολᾷ
  16. ἄταν οὐρανίαν φλέγων
  17. ἐχθρῶν δ' ὕβρις ὧδ' ἀτάρβηθ'
  18. ὁρμᾶται ὲν εὐανέμοις βάσσαις,
  19. πάντων καγχαζόντων
  20. γλώσσαις βαρυάλγητα·