Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- καὶ μέγας ὀρθοῖθ' ὑπὸ μικροτέρων.
- ἀλλ' οὐ δυνατὸν τοὺς ἀνοήτους
- τούτων γνώμας προδιδάσκειν.
- ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ,
- χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ'
- ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ.
- ἀλλ', ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ' ἀπέδρav,
- παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι,
- μέγαν αἰγυπιὸν δ' ὑποδείσαντες
- τάχ' ἂν, ἐξαίφνης εἰ σὺ φανείης,
- σιγῇ πτήξειαν ἄφωνοι.
- ᾖ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις,
- ὦ μεγάλα φάτις, ὦ
- μᾶτερ αἰσχύνας ἐμᾶς,
- ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
- ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
- ἤ ῥα κλυτῶν ἐνάρων
- ψευσθεῖσ', ἀδώροις εἴτ' ὲλαφηβολἐαις.
- ἢ χαλκοθώραξ ἥντιν' Ἐννυάλιος
- μομφὰν ἔχων