Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
  2. ιιεγάλοι θόρυβοι κατέχουσ' ἡμᾶς
  3. ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ
  4. λειμῶν' ὲπιβάντ' ὀλέσαι Δαναῶν
  5. βοτὰ καὶ λείαν,
  6. ἥπερ δορίληπτος ἔτ' ἦν λοιπὴ,
  7. κτείνοντ' αἴθωνι σιδήρῳ.
  8. Τοιούςδε λόγους ψιθύρους πράσσων
  9. εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς,
  10. καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
  11. εὔπειστα λέγει· καὶ πᾶς ὁ κλύων
  12. τοῦ λἐξαντος χαίρει μᾶλλον,
  13. τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
  14. Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
  15. οὐκ ἂν ἁμάρτοι· κατὰ δ' ἄν τις ἐμοῦ
  16. τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
  17. πρὸς γὰρ τὸν ἔχονθ' ὁ φθόνος ἕρπει.
  18. καίτοι σμικροὶ μεγάλων χωρὶς
  19. σφαλερὸν πύργου ῥῦμα πέλονται·
  20. μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ' ἂν,