Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν, ὅσον
  2. χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
ΤΕΥΚΡΟΣ
  1. Ἄριστ' Ὀδυσσεῦ, πάντ' ἔχω σ' ἐπαινέσαι
  2. λόγοισι· καί μ' ἔψευσας ἐλπίδος πολύ.
  3. τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ,
  4. μόνος παρέστης χερσὶν, οὐδ' ἔτλης παρὼν
  5. θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
  6. ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν,
  7. αὐτός τε χὠ ξύναιμος, ἠθελησάτην
  8. λωβητὸν αὐτὸν ὲκβαλεῖν, ταφῆς ἄτερ.
  9. τοιγὰρ σφ' Ὀλύμπου τοῦδ' ὁ πρεςβεύων πατὴρ,
  10. μνήμων τ' Ἐριννὺς καὶ τελεςφόρος Δίκη
  11. κακοὺς κακῶς φθείρειαν, ὥςπερ ἤθελον
  12. τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
  13. σὲ δ', ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρὸς,
  14. τάφου μὲν ὀκνῶ τοῦδ' ὲπιψαυfειν ἐᾷν,
  15. μὴ τῷ θανόντι τοῦτο δυςχερὲς ποιῶ.
  16. τὰ δ' ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
  17. θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
  18. ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ · σὺ δὲ