Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἀνὴρ καθ' ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
ΟΔΥΣΣΕΥΣ
  1. Ἀλλ' ἤθελον μέν' εἰ δὲ μή 'στί σοι φίλον
  2. πράσσειν τάδ' ἡμᾶς, εἰμ' ἐπαινἐσας τὸ σόν.
ΤΕΥΚΡΟΣ
  1. Ἅλις · ἤδη γὰρ πολὺς ἐκτέταται
  2. χρόνος· ἀλλ' οἱ μὲν κοίλην κάπετον
  3. χερσὶ ταχύνετε, τοὶ δ' ὑψίβατον
  4. τρίποδ' ἀμφίπυρον λουτρῶν ὁσέων
  5. θέσθ' ἐπίκαιρον· μία δ' ἐκ κλισίας
  6. ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον
  7. κόσμον φερέτω.
  8. Παῖ, σὺ δὲ πατρός γ', ὅσον ἰσχύεις,
  9. φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
  10. τάςδ' ἐπικούφιζ'· ἔτι γὰρ θερμαὶ
  11. σύριγγες ἄνω φυσῶσι μέλαν
  12. μένος· ἀλλ' ἄγε πᾶς φίλος ὅστις ἀνὴρ
  13. φησὶ παρεῖναι, σούσθω, βάτω,
  14. τῷδ' ἀνδρὶ πονῶν τῷ πάντ' ἀγαθῷ
  15. κοὐδενί πώ ποτε λῴονι θνητῶν
  16. Αἴαντος, ὅτ' ἦν, τότε φωνῶ.
ΧΟΡΟΣ
  1. ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν γνῶναι·