Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
ΑΓΑΜΕΜΝΩΝ
  1. Τοιούςδ' ἐπαινεῖς δῆτα σὺ κτάσθαι φίλους;
ΟΔΥΣΣΕΥΣ
  1. Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
ΑΓΑΜΕΜΝΩΝ
  1. Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
ΟΔΥΣΣΕΥΣ
  1. Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
ΑΓΑΜΕΜΝΩΝ
  1. Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾷν.
ΟΔΥΣΣΕΥΣ
  1. ἔγωγε· καὶ γὰρ αὐτὸς ὲνθάδ' ἵζομαι.
ΑΓΑΜΕΜΝΩΝ
  1. ἦ πάνθ' ὁμοῖα πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
ΟΔΥΣΣΕΥΣ
  1. Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ 'μαυτῷ πονεῖν;
ΑΓΑΜΕΜΝΩΝ
  1. Σὸν ἆρα τοὖργον, οὐκ ἐμὸν κεκλήσεται.
ΟΔΥΣΣΕΥΣ
  1. Ὡς ἂν ποιήσῃς, πανταχῆ χρηστός γ' ἔσει.
ΑΓΑΜΕΜΝΩΝ
  1. Ἀλλ' εὖ γε μέντοι τοῦτ' ἐπίστασ', ὡς ἐγὼ
  2. σοὶ μὲν νἐμοιμ' ἂν τἧςδε καὶ μείζω χάριν.
  3. οὗτος δὲ κἀκεῖ κἀνθάδ' ὢν ἔμοιγ' ὁμῶς
  4. ἔχθιστος ἔσται· σοὶ δὲ δρᾷν ἔξεσθ' ἃ χρή.
ΧΟΡΟΣ
  1. ὅστις σ', Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
  2. φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ' ἀνήρ.
ΟΔΥΣΣΕΥΣ
  1. Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ' ἀγγέλλομαι,
  2. ὅσον τότ' ἐχθρὸς ἦν, τοσόνδ' εἶναι φίλος.
  3. καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω,