Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- οὔκουν ἀτιμάσαιμ' ἂν, ὥστε μὴ λέγειν
- ἕν' ἄνδρ' ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
- Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
- ὥστ' οὐκ ἂν ὲνδίκως γ' ἀτιμάζοιτό σοι.
- οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
- φθείροις ἄν· ἄνδρα δ' οὐ δίκαιον, εἰ θάνοι,
- βλάπτειν τὸν ἐσθλὸν, οὐδ' ἐὰν μισῶν κυρῇς.
- Σὺ ταῦτ', Ὀδυσσεῦ, τοῦδ' ὑπερμαχεῖς ἐμοί;
- ἔγωγ'· ἐμίσουν δ', ὴνίκ' ἦν μισεῖν καλόν.
- Οὐ γὰρ θανόντι καὶ προςεμβἡναί σε χρή;
- μὴ χαῖρ', Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
- Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
- Ἀλλ' εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
- Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ὲν τέλει.
- Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
- Μέμνησ' ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
- Ὁδ' ἐχθρὸς ‘ἀνὴρ, ἀλλὰ γενναῖος ποτ' ἦν.
- τί ποτε ποιήσεις; ἐχθρὸν ὧδ' αἰδῇ νέκυν;
- Νίκᾳ γὰρ ἡ 'ρετή με τῆς ἔχθρας πολύ.
- Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτοῖς,