Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. βοὴν Ἀτρειδῶν τῷδ' ἐπ' ἀλκίμῳ νεκρῷ.
ΑΓΑΜΕΜΝΩΝ
  1. Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
  2. ἄναξ Ὀδυσσεῦ, τοῦδ' ὑπ' ἀνδρὸς ἀρτίως;
ΟΔΥΣΣΕΥΣ
  1. Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
  2. κλύοντι φλαῦρα, συμβαλεῖν ἔπη κακά.
ΑΓΑΜΕΜΝΩΝ
  1. ἤκουσεν αἰσχρὰ, δρῶν γὰρ ἦν τοιαῦτά με.
ΟΔΥΣΣΕΥΣ
  1. Τί γάρ σ' ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
ΑΓΑΜΕΜΝΩΝ
  1. Οὔ φησ' ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
  2. ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
ΟΔΥΣΣΕΥΣ
  1. ἐξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ,
  2. σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
ΑΓΑΜΕΜΝΩΝ
  1. εἴπ'· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
  2. φίλον σ' ἐγὼ μέγιστον Ἀργείων νέμω.
ΟΔΥΣΣΕΥΣ
  1. Ἄκουέ νυν· τὸν ἄνδρα τόνδε, πρὸς θεῶν,
  2. μὴ τλῇς ἄθαπτον ὧδ' ἀναλγήτως βαλεῖν·
  3. μηδ' ἡ βία σε μηδαμῶς νικησάτω
  4. τοσόνδε μισεῖν, ὥστε τὴν δίκην πατεῖν.
  5. κἀμοὶ γὰρ ἦν ποθ' οὗτος ἔχθιστος στρατοῦ,
  6. ἐξ οὗ 'κράτησα τῶν Ἀχιλλείων ὅπλων.
  7. ἀλλ' αὐτὸν ἔμπας ὄντ' ἐγὼ τοιόνδ' ἐμοὶ,