Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ὅς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγὼς,
- ὅστις στρατοῦ τὰ πρὥτ' ἀριστεύσας ἐμὴν
- ἴσχει ξύνευνον μητέρ', ἣ φύσει μὲν ἦν
- βασίλεια, Λαομέδοντος; ἔκκριτον δέ νιν
- δώρημ' ἐκείνῳ 'δῶκεν Ἀλκμήνης γόνος.
- ἆρ' ὧδ' ἄριστος ἐξ ἀριστέοιν δυοῖν
- βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος;
- οὓς νῦν σὺ τοιοῖςδ' ὲν πόνοισι κειμένους
- ὠθεῖς ἀθάπτους, οὐδ' ἐπαισχύνει λέγων;
- εὖ νῦν τόδ' ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
- βαλεῖτε χἠμᾶς, τρεῖς ὁμοῦ ξυγκειμἐνους.
- ἐπεὶ καλόν μοι τοῦδ' ὑπερπονουμένῳ
- θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
- γυναικὸς, ἢ τοῦ σοῦ θ' ὁμαίμονος λέγω,
- πρὸς ταῦθ', ὅρα μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σόν.
- ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
- καὶ δειλὸς εἶναι μᾶλλον, ἡ 'ν ἐμοὶ θρασύς.
- Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ' ἐληλυθὼς,
- εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
- Τί δ' ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην