Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
  2. τίς ταῦτ' ἀπεῖρξεν; οὐχ ὅδ' ἢν ὁ δρῶν τάδε,
  3. ὃν οὐδαμοῦ φὴς οὐδὲ συμβῆναι ποδί;
  4. ἆρ' ὑμὶν οὗτος ταῦτ' ἔδρασεν ἔνδικα;
  5. χὤτ' αὖθις αὐτός Ἕκτορος μόνος μόνου,
  6. λαχών τε κἀκέλευστος, ἦλθ' ἐναντίος,
  7. οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς
  8. ὑγράς ἀρούρας βῶλον, ἀλλ' ὅς εὐλόφου
  9. κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
  10. ὅδ' ἦν ὁ πράσσων ταῦτα, σὺν δ' ἐγὼ παρὼν
  11. ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
  12. δύστηνε, ποῖ βλέπων ποτ' αὐτὰ καὶ θροεῖς;
  13. οὐκ οἶσθα, σοῦ πατρὸς μὲν ὅς προὔφυ πατὴρ,
  14. ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
  15. Ἀτρέα δ', ὅς αὖ σ' ἔσπειρε, δυςσεβἐστατον,
  16. προθἐντ' ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
  17. αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ' ᾗ
  18. λαβὼν ἐπακτὸν ἄνδρ' ὁ φιτύσας πατὴρ
  19. ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
  20. τοιοῦτος ὢν τοιῷδ' ὀνειδίζεις σποράν;