Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- οὐ ὅωφρονήσεις; οὐ μαὅὼν ὃς εἶ φύσιν,
- ἄλλον τιν' ἄξεις ἄνδρα δεὖρ' ἐλεύθερον,
- ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
- σοῦ γὰρ λέγοντος οὐκέτ' ἂν μάθοιμ' ἐγώ·
- τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαίω.
- εἴθ' ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν!
- τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
- φεῦ! τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
- χάρις διαρρεῖ καὶ προδοῦσ' ἁλίσκεται,
- εἰ σοῦ γ' ὅδ' ἁνὴρ οὐδ' ἐπὶ σμικρῶν λόγων,
- Αἴας, ἔτ' ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
- τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί.
- ἀλλ' οἴχεται δὴ πάντα ταὖτ' ἐῤῥιμμἐνα.
- ὦ πολλὰ λέξας ἄρτι κἀνόνητ' ἔπη,
- οὐ μνημονεύεις οὐκέτ' οὐδὲν, ἡνίκα
- ἑρκέων ποθ' ὑμᾶς οὗτος ὲγκεγλεισμένους,
- ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορὸς,
- ἐῤῥύσατ' ἐλθὼν μοῦνος· ἀμφὶ μὲν νεῶν
- ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
- πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη