Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
  2. ἀγῶνας Ἀργείοισι κηρύξαι τότε,
  3. εἰ πανταχοῦ φανούμεθ' ἐκ Τεύκρου κακοὶ,
  4. κοὐκ ἀρκέσει ποθ' ὑμὶν, οὐδ' ἡσσημένοις,
  5. εἴκειν ἅ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς.
  6. ἀλλ' αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που,
  7. ἢ σὺν δόλῳ κεντήσεθ' οἱ λελειμμένοι.
  8. ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
  9. κατάστασις γένοιτ' ἂν οὐδενὸς νόμου,
  10. εἰ τοὺς δίκη νικῶντας ὲξωθήσομεν
  11. καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
  12. ἀλλ' εἰρκτέον τάδ' ἐστίν· οὐ γὰρ οἱ πλατεῖς,
  13. οὐδ' εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
  14. ἀλλ' οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
  15. μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
  16. μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
  17. καὶ σοὶ προςέρπον τοῦτ' ὲγὼ τὸ φάρμακον
  18. ὁρῶ τάχ , εἰ μὴ νοῦν κατακτήσει τινά.
  19. ὃς ἀνδρὸς οὐκέτ' ὄντος, ἀλλ' ἤδη σκιᾶς,
  20. θαρσῶν ὑβρίζεις κἀξελευὅεροστομεῖς.