Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. πρόβλημ' ἁλίκλυστον, ἄκραν
  2. ὑπὸ πλάκα Σουνίου,
  3. τὰς ἱερὰς ὅπως
  4. προςείποιμ' ἂν Ἀθανᾶς.
http://heml.mta.ca/lace/sidebysideview2/4170449
[*](ΤΕΥΚΡΟΣ. ΑΓΑΜΕΜΝΩΝ. ΧΟΡΟΣ. ΟΔΥΣΣΕΥΣ.)
ΤΕΥΚΡΟΣ
  1. Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
  2. Ἀγαμέμνον' ἡμῖν δεῦρο τόνδ' ὁρμώμενον·
  3. δῆλος δὲ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
ΑΓΑΜΕΜΝΩΝ
  1. Σὲ δὴ τὰ δεινὰ ῥήματ' ἀγγέλλουσι μοι
  2. τλῆναι καθ' ἡμῶν ὧδ' ἀνοιμωκτεὶ χανεῖν;
  3. σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.
  4. ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
  5. ὑψήλ' ἐκόμπεις, κἀπ' ἄκρων ὡδοιπόρεις,
  6. ὅτ' οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ.
  7. κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
  8. ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,
  9. ἀλλ' αὐτὸς ἄρχων, ὡς σὺ φῂς, Αἴας ἔπλει.
  10. ταῦτ' οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
  11. ποίου κέκραγας ἀνδρὸς ὧδ' ὑπέρφρονα;
  12. ποῦ βάντος ἢ ποῦ στάντος, οὗπερ οὐκ ἐγώ;
  13. οὐκ ἆρ' Ἀχαιοῖς ἄνδρες εἰσὶ, πλὴν ὅδε;