Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. ὦ πόνοι πρόγονοι πόνων.
  2. κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
  3. ἐκεῖνος οὐ στεφάνων,
  4. οὔτε βαθειᾶν κυλίκων
  5. νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
  6. οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
  7. δύςμορος, οὔτ' ἐννυχίαν
  8. τέρψιν ἰαύειν· ἐρώτων δ'
  9. ἐρώτων ἀπέπαυσεν, ὤ μοι!
  10. κεῖμαι δ' ἀμέριμνος οὕτως,
  11. ἀεὶ πυκιναῖς δρόσοις
  12. τεγγόμενος κόμας,
  13. λυγρᾶς μνήματα Τροίας.
  14. Καὶ πρὶν μὲν ἐννυχίου
  15. δείματος ἦν μοι προβολὰ
  16. καὶ βελέων θούριος Αἴας·
  17. νῦν δ' οὗτος ἀνεῖται στυγερῷ
  18. δαίμονι· τίς μοι, τίς ἔτ' οὖν
  19. τέρψις ὲπέσται,- γενοίμαν,
  20. ἵν' ὑλᾶεν ἔπεστι πόντου