Ajax

Sophocles

Sophocles, creator; Lobeck Christian, editor

  1. κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονὸς
  2. γένους ἅπαντος ῥίζαν ἐξημημένος,
  3. αὕτως ὅπωςπερ τόνδ' ἐγὼ τέμνω πλόκον.
  4. ἔχ' αὐτὸν, ὦ παῖ, καὶ φίλασσε, μηδέ σε
  5. κινησάτω τις, ἀλλὰ προςπεσὼν ἔχου.
  6. ὑμεῖς τε μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας
  7. παρἐστατ', ἀλλ' ἀρήγετ', ἔς τ' ἐγὼ μόλω
  8. τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.
ΧΟΡΟΣ
  1. Τις ἄρα νέατος; ἐς πότε λήξει
  2. πολυπλάγκτων ἐτέων ἀριθμὸς,
  3. τὰν ἄπαυστον αἰὲν ἐμοὶ
  4. δορυσσόντων μόχθων
  5. ἄταν ἐπάγων
  6. ἀνὰ τὰν εὐρώδη Τροίαν.
  7. δύστανον ὄνειδος
  8. ὄφελε πρότερον αἰθέρα δῦναι
  9. μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
  10. κεῖνος ἀνὴρ, ὃς στυγερῶν
  11. ἔδειξ' ὅπλων Ἕλλα-
  12. σιν κοινὸν Ἄρη.