Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
- οὐδείς ποτ' ἄλλος ἢ σύ· μῶν ᾐνιξάμην;
- Ἄπειμι· καὶ γὰρ αἰσχρὸν, εἰ πύθοιτό τις,
- λόγοις κολάζειν, ᾧ βιάζεσθαι πάρα.
- Ἄφερπέ νυν · κἀμοὶ γὰρ αἴσχιστον κλύειν
- ἀνδρὸς ματαίου, φλαῦρ' ἔπη μυθουμένου.
- ἔσται μεγάλης ἔριδός τις ἀγών.
- ἀλλ', ὡς δύνασαι, Τεῦκρε, ταχύνας
- σπεῦσον κοίλην κάπετόν τιν' ἰδεῖν
- τῷδ', ἔνθα βροτοῖς τὸν ἀείμνηστον
- τάφον εὐρώεντα καθέξει.
- Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίον
- πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνὴ,
- τάφον περιστελοῦντε δυστήνου νεκροῦ,
- ὦ παῖ, πρόςελθε δεῦρο καὶ σταθεὶς Πέλας
- ἱκέτης ἔφαψαι πατρὸς ὅς σ' ἐγείνατο.
- θάκει δὲ προςτρόπαιος ὲν χεροῖν ἔχων
- κόμας ἐμὰς καὶ τἧςὅε καὶ σαυτοῦ τρίτου,
- ἱκτήριον θησαυρόν· εἰ δέ τις στρατοῦ
- βίᾳ σ' ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ.