Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- Πόλλ' ἂν κακῶς λάθρα σὺ κλέψειας κακά.
- Τοῦτ' εἰς ἀνίαν τοὖπος ἔρχεται τινί.
- Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
- ἕv σοι φράσω· τόνδ' ἐστὶν οὐχὶ θαπτέον.
- Σὺ δ' ἀντακούσει τοῦτον, ὡς τεθάψεται.
- Ἤδη ποτ' εἶδον ἄνδρ ἐγὼ γλώσσῃ θρασὺν,
- ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
- ᾦ φθέγμ' ἂν οὐκ ἂν εὗρες, ὴνίκ' ἐκ κακῷ
- χειμῶνος εἴχετ', ἀλλ' ὑφ' εἵματος κρυφεὶς,
- πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
- οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα,
- σμικροῦ νέφους τάχ' ἄν τις ἐκπνεύοας μέγας
- χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
- ἐγὼ δέ γ' ἄνδρ' ὄπωπα μωρίας πλέων,
- ὅς ὲν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
- κἆτ' αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ,
- ὀργήν θ' ὁμοῖος, εἶπε τοιοῦτον λόγον·
- Ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
- εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος.
- τοιαῦτ' ἄνολβον ἄνδρ' ἐνουθέτει παρών.