Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- οὐκ ἂν στραφείην, ἔς τ' ἂν ᾖς, οἷός περ εἶ,
- Οὐδ' αὖ τοιαύτην γλῶσσαν ὲν κακοῖς φιλῶ.
- τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ' ᾖ, δάκνει.
- ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
- Οὐ γὰρ βάναυσον τὴν τέγνην ἐκτησάμην.
- Μέγ' ἄν τι κομπάσειας, ἀσπίδ' εἰ λάβοις.
- Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ' ὡπλισμένῳ.
- Η γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
- Ξὺν τῷ δικαίῳ γὰρ μέγ' ἔξεστιν φρονεῖν.
- Δίκαια γὰρ τόνδ' εὐτυχεῖν, κτείναντά με;
- Κτείναντα; δεινόν γ' εἶπας, εἰ καὶ ζῆς θανών.
- Θεὸς γὰρ ἐκσώζει με, τῷδε δ' οἴχομαι.
- μὴ νυν ἀτίμα θεοὺς, θεοῖς σεσωσμένος.
- ἑγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
- εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
- Τούς γ' αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.
- ᾖ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;
- Μισοῦντ' ἐμίσει· καὶ σὺ τοῦτ' ἠπίστασο.
- Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. UBS
- ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοὶ, τόδ' ἐσφάλη.