Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ἄγ' εἴπ' ἀπ' ἀρχῆς αὖθις, ἦ σὺ φῄς ἄγειν
- τὸν ἄνδρ' Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
- οὐκ αὐτὸς ἐξέπλευσεν, ὡς αὑτοῦ κρατῶν;
- ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
- ἔξεστ' ἀνάσσειν, ὧν ὅδ' ἡγεῖτ' οἴκοθεν;
- Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν.
- οὐδ' ἔσθ' ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
- ἀρχῆς ἔκειτο θεσμὸς, ἢ καὶ τῷδε σέ.
- ὕπαρχος ἄλλων δεῦρ' ἔπλευσας, οὐχ ὅλων
- στρατηγὸς, ὥςτ' Αἴαντος ἡγεῖσθαί ποτε.
- ἀλλ' ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σἐμν' ἔπη
- κόλαζ' ἐκείνους· τόνδε δ' εἴτε μὴ σὺ φῄς,
- εἴθ' ἅτερος στρατηγὸς εἰς ταφὰς ἐγὼ
- θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
- οὐ γάρ τι τῆς σῆς οὕνεκ' ἐστρατεύσατο
- γυναικὸς, ὥςπερ οἱ πόνου πολλοῦ πλέῳ·
- ἀλλ' οὕνεχ' ὅρκων, οἶσιν ἦν ἐνώμοτος,
- σοῦ δ' οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
- πρὸς ταῦτα πλείοις δεῦρο κήρυκας λαβὼν
- καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου