Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- ἀλλ' ἄνδρα χρὴ, κἂν σῶμα γεννήσῃ μέγα,
- δοκεῖν πεσεῖν ἂν, κἂν ἀπὸ σμικροῦ κακοῦ.
- δέος γὰρ ᾦ πρόςεστιν αἰσχύνη θ' ὁμοῦ,
- σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο.
- ὅπου δ' ὑβρίζειν, δρᾷν θ' ἁ βούλεται, πάρα,
- ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
- ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
- ἀλλ' ἑστάτω μοι καὶ δέος τι καίριον,
- καὶ μὴ δοκῶμεν, δρῶντες ἂν ἡδώμεθα
- οὐκ ἀντιτίσειν αὖθις, ‘ἂν λυπώμεθα.
- ἕρπει παραλλὰξ ταῦτα· πρόσθεν οὗτος ἦν
- αἴθων ὑβριστής· νὺν δ' ἐγὼ μἐγ αὖ φρονῶ,
- καὶ σοὶ προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
- μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
- Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς,
- εἶτ' αὐτὸς ὲν θανοῦσιν ὑβριστὴς γένῃ.
- οὐκ ἄν ποτ', ἄνδρες, ἄνδρα θαυμάσαιμ' ἔτι,
- ὅς μηδὲν ὢν γοναῖσιν εἶθ' ἁμαρτάνει,
- ὅθ' οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι,
- τοιαῦθ' ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.