Ajax
Sophocles
Sophocles, creator; Lobeck Christian, editor
- κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
- ἡμεῖς μὲν ἂν τήνδ', ἢν ὁδ' εἴληχεν, τύχην,
- θανόντες ἂν προὐκείμεθ' αἰσχίστῳ μόρῳ·
- οὗτος δ' ἂν ἔζη· νῦν ὅ' ἐνήλλαξεν θεὸς,
- τὴν τοῦδ' ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
- ὧν οὕνεκ' αὐτὸν οὔ τις ἔστ' ἀνὴρ σθένων
- τοσοῦτον, ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
- ἀλλ' ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
- ὄρνισι φορβὴ παραλίοις γενήσεται.
- πρὸς ταῦτα μηδὲν δεινὸν ὲξάρῃς μένος.
- εἰ γὰρ βλέποντος μὴ 'δυνήθημεν κρατεῖν,
- πάντως θανόντος γ' ἄρξομεν, κἂν μὴ θέλῃς,
- χερσὶν παρευθύνοντες, οὐ γὰρ ἔσθ' ὅπου
- λόγων ἀκοῦσαι ζῶν ποτ' ἠθέλησ' ἐμῶν.
- καίτοι κακοῦ πρὸς ἀνδρὸς, ἄνδρα δημότην
- μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
- οὐ γάρ ποτ' οὔτ' ἂν ὲν πόλει νόμοι καλῶς
- φέροιντ' ἂν ἔνθα μὴ καθεστήκῃ δέος·
- οὔτ' ἂν στρατός γε σωφρόνως ἄρχοιτ' ἔτι,
- μηδέν φόβου πρόβλημα μηδ' αἰδοῦς ἔχων.