Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
- γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
- εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
- ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
- ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
- κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
- καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
- ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
- εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
- βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
- Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ
- μυδῶσα κηκὶς μηρίων ἐτήκετο
- κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
- χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
- μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
- τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
- φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.