Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
  2. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
  3. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
  4. πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
  5. τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
  6. κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
  7. θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
  8. οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
  9. ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
  10. ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
  11. τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
  12. ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ
  13. ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
  14. πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
  15. αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
  16. ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
  17. κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;