Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
- ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
- ἄντασʼ Ἐρεχθεϊδᾶν,
- τηλεπόροις δʼ ἐν ἄντροις
- τράφη θυέλλαισιν ἐν πατρῴαις
- Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου
- θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ
- Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
- Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
- δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
- αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
- τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
- ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
- οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
- τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
- ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
- φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.