Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
- οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
- τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
- ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
- φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
- τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
- γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
- εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
- ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
- ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
- κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
- καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
- ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
- εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
- βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
- Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ