Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
  2. ἀραχθέντων, ὑφʼ αἱματηραῖς
  3. χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
Χορός
  1. κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
  2. κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
  3. ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
  4. ἄντασʼ Ἐρεχθεϊδᾶν,
  5. τηλεπόροις δʼ ἐν ἄντροις
  6. τράφη θυέλλαισιν ἐν πατρῴαις
  7. Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου
  8. θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ
  9. Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
Τειρεσίας
  1. Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
  2. δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
  3. αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
Κρέων
  1. τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;