Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μυδῶσα κηκὶς μηρίων ἐτήκετο
  2. κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
  3. χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
  4. μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
  5. τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
  6. φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
  7. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
  8. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
  9. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
  10. πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
  11. τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
  12. κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
  13. θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
  14. οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
  15. ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
  16. ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ