Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς
- ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
- οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
- ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις
- ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
- παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,
- φιλαύλους τʼ ἠρέθιζε Μούσας.
- παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς
- ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος
- Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης
- δισσοῖσι Φινεΐδαις
- εἶδεν ἀρατὸν ἕλκος
- τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος
- ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
- ἀραχθέντων, ὑφʼ αἱματηραῖς
- χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
- κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν