Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
- ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι
- ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.
- ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν
- Θήβᾳ τῶν προτέρων φάος,
- ἐφάνθης ποτʼ, ὦ χρυσέας
- ἁμέρας βλέφαρον,
- Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,
- τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ